Add parallel Print Page Options

17 Ταῦτα [a]ἐλάλησεν Ἰησοῦς, καὶ [b]ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, [c]ἵνα ὁ [d]υἱὸς δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ [e]δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον [f]τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς [g]ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς [h]ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα [i]δέδωκάς μοι παρὰ σοῦ [j]εἰσιν· ὅτι τὰ ῥήματα ἃ [k]ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NIV ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἵνα WH Treg NIV ] + καὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 υἱὸς WH Treg NIV ] + σου RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:2 δώσῃ Treg NIV ] δώσει WH RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:4 τελειώσας WH Treg NIV ] ἐτελείωσα RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκας WH Treg NIV ] δέδωκας RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 δέδωκάς Treg NIV RP ] ἔδωκάς WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 εἰσιν WH Treg NIV ] ἐστιν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:8 ἔδωκάς WH Treg NIV ] δέδωκάς RP